Ancient Greek
P.Adl. 4
Documentary Papyri, P.Adl. G4
Not analysed yet
Ψεμμῖνις …ου Ὥρωι Νεχούτου χαίρειν. ὁμολογῶ ἔχειν παρὰ σοῦ χαλκοῦ νομίσματος τάλαντα τρῖα ἄτοκα ?. ταῦτα δέ ἐστιν ἃ προσωφείλετό σοι πρὸς τὴν συνγραφὴν Ταΐσεως τῆς θυγατρός σου, ἃ καὶ ἀποδώσω σοι ἕως Παχὼν λ τοῦ θ ἔτους ἄνευ κρίσεως καὶ δίκης· ἐὰν δὲ μὴ ἀποδῶ σοι ἕως τοῦ ἀφωρισμένου χρόνου ἀποτίσω σοι τὰ προγεγραμμένα διπλᾶ ἐπάναγκον εἶναι δέ σοι τὴν πρᾶξιν ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων πράσσοντι καθάπερ ἐκ δίκης. ἔγραψεν ὑπὲρ τοῦ Ψεμμίνιος Διονύσιος Ἀρχεδήμου Βερενικεὺς ἀξιωθεὶς ὑπʼ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι γράμματα. ἔτους η Τῦβι κδ.