Ancient Greek
P.Adl. 5
Documentary Papyri, P.Adl. G5
Not analysed yet
ἔτους θ Παχὼν ιβ ἀπέδοτο Ἑρμογένης Θέωνος Ὥρωι Νεχούθου γῆς ἀρούρας ἓξ χαλκοῦ ταλάντων ϛ. βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ἐνάτου ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος Νέου καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μεγάλης μητρὸς θεῶν, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος, τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, ἐν δὲ Πτολεμαΐδι τῆς Θηβαΐδος ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν, μηνὸς Παχὼν ιβ ἐν Κροκοδίλων πόλει ἐπὶ Σώσου ἀγορανόμου τῆς ἄνω τοπαρχίας τοῦ Παθυρίτου. ἀπέδοτο Ἑρμογένης Θέωνος Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν νε μέσος μελίχρως τετανὸς ἀναφάλακρος μακροπρόσωπος εὐθύριν οὐλὴ …λευκῷ ὀφθαλμῶι ἀριστερῶι ἀπὸ τῆς ὑπαρχούσης αὐτῶι γῆς ἠπείρου σιτοφόρου ἐν τῶι ἄνω πεδίωι Κροκοδίλων πόλεως Θηβαΐδος τοῦ Παθυρίτου νομοῦ πάντων ἐν ἀρούραις λδ ἀρούρας ἕξ ,ὧν γείτονες νότου γῆ Ἀέους ἧς κρατοῦσιν οἱ Φιγήριος υἱοὶ, βορρᾶ γῆ Πετεσούχου τοῦ Πόρτιτος καὶ τῶν ἀδελφῶν, ἀπηλιώτου γῆ Ἰσιδώρου τοῦ Τεῶτος, λιβὸς γῆ Παχνούμιος τοῦ Πελαίου καὶ γῆ Πετεσούχου τοῦ Πόρτιτος καὶ τῶν ἀδελφῶν, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν. ἐπρίατο Ὧρος Νεχούθου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν λϛ μέσος μελίχρως ὑποκλαστὸς ἀναφάλανθος μακροπρόσωπος εὐθύριν οὖς ἀριστερὸν τετρημένον, χαλκοῦ ταλάντων ἕξ . προπωλητὴς καὶ βεβαιωτὴς τῶν κατὰ τὴν ὠνὴν πάντων Ἑρμογένης ὁ ἀποδόμενος, ὃν ἐδέξατο Ὧρος ὁ πριάμενος. Πανίσκος ὁ σὺν Σώσωι κεχρημάτικα. Ἀπολλώνιος ὁ σὺν Νικομάχωι· κατατέθειται τὸ ἀντίγραφον ἐν τῆι βιβλιοθήκηι. ἔτους θ Παχὼν ιβ.