Ancient Greek
P.Adl. 6
Documentary Papyri, P.Adl. G6
Not analysed yet
ἔτους ιβ τοῦ καὶ θ Φαῶφι… ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἐδάνεισεν Ὧρος Νεχούτου Πέρσης τῆς ἐπιγονῆς Ὥρῳ Λαμένθιος Πέρσῃ τῆς ἐπιγονῆς κρότωνος ἀρτάβην μίαν ιβ ἄτοκα τῷ ἑαυτοῦ μέτρῳ δοχικῷ· τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισμένος Ὥρῳ ἐν μηνὶ Παχὼν τοῦ προκειμένου ἔτους· ἐὰν δὲ μὴ ἀποδῷ ἐν τῷ ὡρισμένῳ χρόνῳ ἀποτεισάτω παραχρῆμα ἡμιόλιον τὴν ἐσομένην ἐν τῇ ἀγορᾷ τιμήν· ἡ δὲ πρᾶξις ἔστω Ὥρῳ ἐκ τοῦ δεδανεισμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων πράσσοντι καθάπερ ἐκ δίκης. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα. δάνειον Ὥρωι Λαμένθιος κρότωνος ἀρτάβης α ιβ.