Ancient Greek
P.Adl. 8
Documentary Papyri, P.Adl. G8
Not analysed yet
βασιλευόντων Κλεοπάτρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου τοῦ υἱοῦ θεῶν Φιλομητόρων ἔτους ιγ τοῦ καὶ ι ἐφʼ ἱερέων καὶ ἱερειῶν καὶ κανηφόρου τῶν ὄντων καὶ οὐσῶν μηνὸς Παῦνι κε ἐν Παθύρει ἐφʼ Ἑρμίου τοῦ παρὰ Πανίσκου ἀγορανόμου. ἀπέδοτο Θαῖβις Φίβιος Περσίνη ὡς ἐτῶν νη μέση μελίχρως στρογγυλοπρόσωπος εὐθύριν ὑπόσκνιφος, μετὰ κυρίου τοῦ ἑαυτῆς συνγενοῦς Παοῦτος πρεσβυτέρου Πατοῦτος τοῦ Φαγώνιος Πέρσου ὡς ἐτῶν λε μέσου μελίχρωτος μακροπροσώπου εὐθυρίνου οὐλὴ κνήμῃ ἀριστερόν, ἀπὸ τοῦ ὑπάρχοντος αὐτῇ ἐδάφους φοινικῶνος φυομένων καὶ τῶν συνκυρόντων πάντων, τῆς οὔσης ἐν τῷ ἀπὸ ἀπηλιώτου μέρει Παθύρεως ἐκτὸς διώρυγος, τὸ ἐπιβάλλον Πασῆμι τῶι νεωτέρῳ μου υἱῶι ἕκτον μέρος, οὗ γείτονες νότου καὶ ἀπηλιώτου τὸ λοιπὸν φοινικῶνος αὐτῆς, βορρᾶ Γούνσιος τοῦ Θοτομοῦτος, λιβὸς διῶρυξ, ἢ οἳ ἂν ὦσι γείτονες πάντοθεν· τοῦτο δʼ ἔστιν πεπραμένον διὰ τὸ μὴ ποιῆσαι τὰ ἑσταμένα. ἐπρίατο Πανοβχοῦνις Νεχούτου ὡς ἐτῶν με χαλκοῦ τάλαντον ἓν δραχμὰς δισχιλίας . προπωλήτρια καὶ βεβαιώτρια τῶν κατὰ τὴν ὠνὴν ταύτην πάντων Θαῖβις ἡ ἀποδομένη, ἣν ἐδέξατο Πανοβχοῦνις ὁ πριάμενος. Ἑρμίας ὁ παρὰ Πανίσκου κεχρημάτικα.