Ancient Greek
P.Alex. Giss. 14
Documentary Papyri, P.Alex. Giss. 14
Not analysed yet
…Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου ἑπτακωμίας παρὰ Ἁρποκρατίωνος Διοσκόρου τοῦ Ἁρμάιτος Σενορσενούφιος τῆς Ψενανούφιος τῶν ἀπὸ Τανυάθεως. ἀπογράφομαι εἰς τὴν τοῦ β ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν κατὰ τὰ κελευσθέντα ὑπὸ Ῥαμμίου Μαρτιᾶλις τοῦ κρατίστου ἡγεμόνος εἰς οἰκίαν καὶ ψιλὸν τόπον Σενοννώφριος Ἁρποκρατίωνος καὶ ἀδελφῶν ἐν τῆι ἀπὸ νότου λαύραι Τανυάθεως ἐμαυτὸν γραμματέα ἐτῶν ο οὐλὴ κνημίῳ ποδὸς ἀριστέρου, Διόσκορος υἱὸς μητρὸς Σενπαχούμιος τῆς Ἀνόμπεως ἄσημος ἰατρὸς ἐτῶν ιζ, Σενπαχοῦμις Ἀνόμπεως γυνὴ Ἁρποκρατίωνος ἐτῶν λθ, Ταζβῆς νεωτέρα θυγάτηρ ἐτῶν ιε. καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μηδένα παρεικέναι ἀναπόγραφον ἢ ἔνοχος εἴην τῶι ὅρκωι. ἔτους γ Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ Παχὼν κ. Ἁρποκρατίων Διοσκόρου ἐπιδέδωκα τὴν ἀπογραφὴν ὡς πρόκειται