Ancient Greek
P.Alex. Giss. 15
Documentary Papyri, P.Alex. Giss. 15
Not analysed yet
κ ε σεση… Ἀπολλωνίωι στρατηγῶι Ἀπολλωνοπολίτου Ἑπτακωμίας παρὰ Ὥρου Παχομῶτος Παχομψαίτος μητρὸς Τατεαθύριος …τῶν ἀπὸ κώμης Τανυαίθεως. ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ Ῥαμμίου Μαρτιᾶλις τοῦ κρατίστου ἡγεμόνος πρὸς τὴν τοῦ διελθόντος β ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν εἰς τὴν ὑπάρχουσάν μοι οἰκίαν ἐμαυτὸν ἐτῶν …,Παχομῶν υἱόν …Σενπατοκαμ… γίνεται ὀνόματα γ καὶ ὀμνύω τὴν Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ τύχην ἐξ ὑγιοῦς καὶ ἐπʼ ἀληθείας ἐπιδεδωκέναι τὴν προκειμένην ἀπογραφὴν καὶ μηδένα ἐχειν ἀναπόγραφον ἢ ἔνοχος εἴην τῷ ὅρκῳ. ἔτους γ Αὐτοκράτορος Καίσαρος τοῦ κυρίου Παχὼν κ. Ὦρος Παχομῶτος Παχομψάιτος μητρὸς Τατεαθύριος ἐπιδέδωκα ὡς πρόκειται. ἔγραψε Ψενανοῦπις Ἀρπατουώμθου ὑπὲρ αὐτοῦ διὰ τὸ μὴ εἰδέναι αὐτὸν γράμματα.