Ancient Greek
P.Alex. 6
Documentary Papyri, P.Alex. Giss. 3
Not analysed yet
Ἀντωνείῳ Ἀ…τ…ῳ δεκαδάρχῳ παρὰ Παβοῦτος Ὡρίωνος ἡγουμένου συνόδου κώμης Σεκνεπαίου Νήσου. ἑορτῆς οὔσης παρʼ ἡμῖν καὶ θεώντων ἡμῶν περὶ τῆς θείας τύχης τῶν κυρίων ἡμῶν ἀηττήτων Αὐτοκρατόρων Σεουήρου καὶ Ἀντωνείνου Εὐσεβῶν Σεβαστῶν καὶ τοῦ ἱερωτάτου Γέτα Καίσαρος καὶ Ἰουλίας Δώμνης Σεβαστῆς μητρὸς στρατοπέδων, ἀξιοῦμεν, κύριε, ἐπιχωρηθῆναι παραλαβεῖν ἀπὸ τοῦ …ιτου διὰ Ἁρποκρατίωνος …ου αὐλητὰς καὶ ὀρχηστρίας …