Ancient Greek
P.Alex. Giss. 4
Documentary Papyri, P.Alex. Giss. 4
Not analysed yet
Εὐημερίας πρόβατα ρμ αἶγες θ …στρατηγῷ Ἀρσινοίτου Θεμίστου καὶ Πολέμωνος μερίδων καὶ Ἀρτεμιδώρῳ βασιλικῷ γραμματεῖ Θεμίστου μερίδος παρὰ Λύκου τοῦ Ὀρσενούφεως ἀπὸ κώμης Εὐημερίας. ἀπεγράψαμεν τῷ διεληλυθότι ἔτει πρόβατα ρμ αἶγας θ ἃς καὶ ἀπογράφομαι εἰς τὸ ἐνεστὸς γ ἔτος Ἀντωνίνου Καίσαρος τοῦ κυρίου καὶ μετάξω καὶ ἐπιμίξω ἑτέροις πρόβασι ὧν ποιμὴν ἐγὼ ὁ Λύκος. ἀπεγραψάμην παρὰ στρατηγῷ πρόβατα ρμ ἑκατὸν τεσσεράκοντα αἶγας θ ἐννέα. ἔτους γ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ε. ἀπεγραψάμην παρὰ βασιλικῷ πρόβατα ἑκατὸν τεσσαράκοντα αἶγες ἐννέα Μεχεὶρ ε. …βοηθὸς ἐξηριθμηκὼς συμφωνῶ. …δυ βοηθὸς ἐξηριθμηκὼς συμφωνῶ. …βοηθὸς ἐξηριθμηκὼς συμφωνῶ.