Ancient Greek
P.Amh. 2 139
Documentary Papyri, P.Amh. 2 139
Not analysed yet
Αὐρηλίῳ Διοκλεῖ πραιποσίτῳ ιβ πάγου νομοῦ Ἑρμουπολείτου παρὰ Αὐρηλίων Πήσιος καὶ Πασώπου ἀμφοτέρων κωμάρχων κώμης Ἰβίωνος Πανεκτύρεως τοῦ ὑπὸ σὲ πάγου. δίδομεν καὶ εἰσαγγέλλομεν τοὺς ἑξῆς ἐνγεγραμμένους κωμάρχας καὶ εἰρηνάρχας καὶ σιτολόγους καὶ ἀπαιτητὰς ἀννώνης ὄντας εὐπόρους κινδύνῳ ἡμῶν καὶ πάντων τῶν ἀπὸ τῆς ἡμετέρας κώμης. εἰσὶ δέ, κώμαρχοι· Πινουτίων Ἁρπάλου, Τ…εις Σώτου. εἰρήναρχος· …ς Φιβίωνος. σιτολόγοι· Πινουτίων Δημητρίου, Σερῆνος Σαραπίωνος, Πῆσις Κοπρῆτος, Ἀκῶρις Δίου, Ἰωσήφιος Κολλούθου, Μουσαῖος Κάστορος, Ἑρμῖνος Περούσιος, Ἰσίδωρος Μουσιάου, Πελῦς Ἡρακλείου, Μέλας Διογένους. ἀπαιτηταὶ ἀννώνης· Μουσαῖος Πεκύσιος, Ἀσκληπιάδης Μουσαίου, Ὡρίων Παήσιος, Παγένης Δίου, Ἰβόις Καλοκαίρου, Μέλας Πεκύσιος. οὕσπερ ἐγγυώμεθα καὶ παραστησόμεθα ἐξ ἀλληλεγγύης ἀμέμπτως τὴν ἐνχειρισθεῖσαν αὐτοῖς λειτουργίαν ἐν μηδενὶ μεμφθῆναι, ἐὰν δέ τις αὐτῶν ἀφυστερήσῃ καὶ μὴ παραστησόμεθα ἡμεῖς αὐτοὶ τὸν ὑπὲρ αὐτοῦ λόγον ὑπομενοῦμεν ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. μετὰ τὴν ὑπατείαν Οὐλπίου Λιμενίου καὶ Ἀκοντίου Κατυλλίνου τῶν λαμπροτάτων Φαμενὼθ δ. οἱ προκείμενοι Πῆσις καὶ Πασώτης εἰσαγγέλλομεν καὶ ἐνγυώμεθα ὡς πρόκειται. Αὐρήλιος Σαραπίων γνωστὴρ ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων.