Ancient Greek
P.Amh. 2 140
Documentary Papyri, P.Amh. 2 140
Not analysed yet
Αὐρηλίῳ Διοκλεῖ Ἀδελφίου πρεποσιτευομενω ιβ πάγου νομοῦ Ἑρμοπολείτου παρὰ Αὐρηλίων Κορνηλίου …αιτος καί Διδύμου Πιτίνου καὶ Διδύμου Ἀμμωνίου τῶν τριῶν σιτολόγων καὶ Ἁτρῆτος Πευῆτος γνωστῆρος τῶν πάντων ἀπὸ κώμης Σεσόγχων τοῦ ὑπὸ σὲ πάγου. ἐπιζητοῦντί σοι κατὰ κέλευσιν τοῦ κυρίου μου τοῦ διασημοτάτου κόμιτος καὶ ἡγεμόνος Φλαουίου Στρατηγίου τὸν λόγον τῶν μερισθέντων ἀργυρίου καθʼ ἑκάστην ἄρουραν εἰς λόγον τῶν μετάλλων καὶ τῶν διαγραφέντων εἰς τὴν δημοσίαν τράπεζαν ὁμολογοῦμεν ὀμνύντες τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τῶν πάντα νικώντων δεσποτῶν ἡμῶν Ἀγούστων ἀπῃτηκέναι ὑπὲρ ἑκάστης ἀρούρας ἀργυρίου τάλαντα δύο καὶ δραχμὰς δισχιλίας ἑξήκοντα, γίνονται τάλαντα β δραχμαὶ Βξ, ἀφʼ ὧν διεγράψαμεν εἰς τὴν δημοσίαν τράπεζαν ἀργυρίου τάλαντα ἑξακισχίλια ἑξακόσια ὀγδοήκοντα δύο, γίνονται τάλαντα Ϛχπβ, καὶ ὁμοίως εἰς τιμὴν …καὶ ἐξαργυρισμ… τάλαντα δισχίλια ἑπτακόσια τεσσαράκοντα πέντε, γίνονται τάλαντα Βψμε, καὶ μηδὲν διεψεῦσθαι ἢ ἔνοχοι εἴημεν τῷ θείῳ ὅρκῳ καὶ τῷ περὶ τούτου κινδύνῳ, καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ὑπατείας Λιμενίου καὶ Κατολλίνου τῶν λαμπροτάτων …δ. οἱ προκείμενοι σιτολόγοι καὶ Ἁτρῆς γνωστὴρ ὠμόσαμεν τὸν θεῖον ὅρκον ὡς πρόκειται. Αὐρήλιος Ἁτρῆς γνωστὴρ ἔγραψα ὑπὲρ τῶν σιτολόγων γράμματα μὴ εἰδότων. …πραιποσίτῳ μερισμὸς κώμης Σεσόγχων. …