Ancient Greek
P.Amh. 2 144
Documentary Papyri, P.Amh. 2 144
Not analysed yet
τῇ κυρίᾳ μου …Σοφίᾳ Τίμιος χαίρειν. εὑρών με Πλούσειος ἐπὶ τῆς Ἀλεξανδρίας κατέσχεν με καὶ οὐδὲν εὗρον δοῦναι αὐτῷ. σπούδασον οὖν τὸ μικρὸν παιδίον ἡμῶν Ἀρτεμίδωρον θεῖναι ἐν ὑποθήκῃ, καὶ γὰρ ἐγὼ θεοῦ βουλήσει ἐὰν εὕρω πλοῖον ἔλθω ἐν τάχει πρὸς ὑμᾶς. μὴ οὖν ἀμελήσεις τοῦ τοῦτο ποιῆσαι, καὶ γὰρ ἐγὼ ἐν πολλῇ μερίμνῃ καὶ θλίψει ὑπάρχω. ἐλπίδα δὲ ἔχομεν εἰς τὸν θεὸν ἵνα αὐτὸς πρόνοιαν ἡμῶν ποιήσει. τὸ γαυνάκιον ἐπράθη διʼ ἐμοῦ σίτου ἀρταβῶν δέκα . μὴ ἀμελήσεις διὰ το…ε…ε… τῇ κυρίᾳ μου Σοφίᾳ Τίμειος.