Ancient Greek
P.Amh. 2 145
Documentary Papyri, P.Amh. 2 145
Not analysed yet
τῷ ἀγαπητῷ ἀδελφῷ καὶ ηὐλογημένῳ ἐν τῷ θεῷ Παύλῳ Ἄπα Ἰωάννης βούλομαι μὲν καταξιωθῆναι ἀεὶ γράφειν τῇ σῇ θεοσεβείᾳ καὶ προσαγορεύειν τὴν ἀνεφάμιλλόν σου καλοκαγαθίαν ἀδιαλείπτως, μὴ φορτικὸς δὲ ὅμως γενέσθαι τῇ σῇ τιμιότητι περὶ οἱουδήποτε πράγματος, ἀλλὰ τὸ γνωστὸν τῆς πρὸς ἀλλήλους συνηθείας αὐτὸ τοῦτο καὶ οὐδὲν ἕτερον παρασκευάζει πολλοὺς εἰδότας τὸ σὸν εἰς ἡμᾶς ἐνδιάθετον προσφεύγειν μοι καὶ ποιῆσαι δεηθῆναί σου τῆς εὐγενείας, ἵνα μὴ ἀμελήσῃς περὶ Μακαρίου· ὅσου γὰρ παρέχεις, λήμψει ἐκ πλήρους. γνῶθι δὲ, ὅτι ἐλυπήθην διότι ἀπεδήμησας ἀλόγως εἰ μὴ αὕτη ἐστὶν ἡ συνταγή, ἀλλʼ ἐχάρην ἀκούσας διὰ τοῦ πραιποσίτου, ὅτι ἀνέρχῃ ταχυτέρου πρὸς ἡμᾶς. Ἱέρακι οὖν τῷ καταφέροντί σοι ταῦτά μου τὰ γράμματα ἀξίωσον συνβοηθῆσαι αὐτῷ εἰς ὃ ἐὰν δυνατόν σοι τῇ τιμιότητι. προσαγορεύω τὴν σὴν διάθεσιν καὶ τὰ φίλτατά σου τὰ πάντα, τοῦτο γὰρ προτάττεσθαι εὔλογον …δότα περὶ τῶν αὐτῶν ὑπαρχθῆναι. προσαγορεύει δὲ τῇ σῇ διαθέσει ὁ ἀγαπητὸς Παπνούθης. ϣⲓⲛⲉ ⲉⲣⲟⲕ ⲡⲁⲥⲟⲛ ⲡⲁⲩⲗⲉ ⲙⲛ ⲛⲁ ⲡⲉⲕⲏⲉⲓ ⲧⲏⲣⲟⲩ ϩⲙ ⲡϫⲟⲉⲓⲥ