Ancient Greek
P.Amh. 2 146
Documentary Papyri, P.Amh. 2 146
Not analysed yet
παρὰ Ἡρακλάμμωνος λαμπροτάτου καὶ ῥιπαρίου εἰρηνάρχοις κώμης Τελβώνθεως. ποιήσατε Κολλοῦχιν καὶ Σίριον τὸν αὐτοῦ ἀδελφὸν τοὺς υἱοὺς Πενὸβ τοὺς ἀποσπάσαντας τὰ δύο βοικὰ ζῷα Ἀνουφίου ἀποκαταστῆσαι αὐτῷ, ἢ ἀντιλέγοντας ἐκπέμψατε ἐπὶ τὴν πόλιν. ᾐτιάθησαν γὰρ ἐπὶ τοῦ ἄρχοντος. ἐρρῶσθαι ὑμᾶς εὔχομαι.