Ancient Greek
P.Amh. 2 153
Documentary Papyri, P.Amh. 2 153
Not analysed yet
τοὺς κρατηθέντας δύο ἀνθρώπους ἀπὸ τοῦ ἐποικίου Λεισκανάχου μὴ πέμψῃς εἰς Βαβυλῶνα ἀλλὰ ἀπόκλεισον αὐτοὺς εἰς τὸν ὅρμον σου καὶ γράψον μοι. τὰ δὲ γαιδάρια παρασκεύασον δοθῆναι τῷ πλ…τικῳ ὑπὲρ ἀποτροφῆς ἑκάστου γαιδαρίου τριμήσιν ἓν καὶ ἃς λάβωσιν οἱ ὀνηλάται μίαν ἀρτάβην κριθῆς ὑπὲρ ἑκάστου γαιδαρίου ἵνα τὴν μὲν κριθὴν κατὰ στράταν φάγωσιν τὰ γαιδάρια τὸ δὲ τριμήσιν δοθῇ λόγῳ ἀποτροφῆς αὐτοῦ· ἀλλὰ εἷς κρατήσῃ αὐτὰ καὶ δαπανήσῃ ἐξ αὐτῶν λόγῳ αὐτῶν. εἰ δὲ ἔχετε ἀποτροφὰς καὶ κριθὴν κάτω εἰς Βαβυλῶνα λόγῳ τῆς τοιαύτης ἀποτροφῆς μὴ δώσῃς τριμήσια μηδὲ κριθήν. ἐὰν δὲ ἐκφρήσῃς τὰ ἀρρενικὰ πρόβατα γράψον μοι εὐθέως ὅτι πόσα ἀρρενικά εἰσιν καὶ πόσα θηλικὰ καὶ πέμψον τὴν καταγραφὴν αὐτῶν, ἵνα ὁ θεὸς σήψῃ τὴν ψυχήν σου ὡς διέσηψάς με εἰς τὴν καταγραφὴν ταύτην. τῷ τὰ πάντα ς… τιμαξίῳ Σενουθίῳ …αν…