Ancient Greek
P.Amh. 2 154
Documentary Papyri, P.Amh. 2 154
Not analysed yet
οἶδεν ἡ περίβλεπτος ὑμῶν γνησία φιλία ὡς δέδοκται ἀφορισθῆναι τὴν μοῖραν τοῦ εὐαγοῦς νοσοκομείου εἰς τὰς διανομὰς καὶ μὴ παρελθεῖν τινα διὰ τῶν ἐποικίων αὐτοῦ. ἐπειδὴ τοῦ παρόντος ἦλθαν ἐνταῦθα οἱ ἀπὸ Πιαϩοθ τοῦ ἐποικίου λέγοντες ὡς ἐτάγησαν ὄνον καὶ κριθὴν καὶ χόρτον καὶ ἐφάνη μοι πιστὸν τὸ πρᾶγμα, ἀλλὰ παρακαλῶ τοὺς περιβλέπτους ὑμᾶς παραγγεῖλαι μὴ παρελθεῖν τινα διʼ αὐτῶν. εἰ δὲ ἀπὸ τοῦ δεσπότου μου καὶ ἀδελφοῦ τοῦ μεγαλοπρεπεστάτου χαρτουλαρίου ἐτάγησαν ἢ ἀπὸ τοῦ κοινοῦ δεσπότου τοῦ ἐνδοξοτάτου ἰλλουστρίου κελεύσῃ πάλιν γραφῆναί μοι ἡ περίβλεπτος ὑμῶν φιλία ἵνα παρακαλήσω αὐτοῦς, ἐπειδὴ ἀπροόπτως πρᾶγμα οὐ θέλω ἀναγαγεῖν αὐτοῖς, ἐὰν μὴ ἀκριβεύσωμαι ἀφʼ ὑμῶν περὶ ἑκάστου πράγματος. ἔδοξεν γὰρ ὡς εἴρηται ἀφορισθῆναι τὴν μοῖραν τοῦ εὐαγοῦς νοσοκομείου εἰς ἑκάστην διανομὴν γενησομένην, καὶ ἐπικλάσω ἐγὼ αὐτὴν τοῖς δυναμένοις ἐποικίοις ἕκαστον πρᾶγμα ζητούμενον παρασχεῖν. …τῷ δεσπότῃ μου καὶ ἀδελφῷ τὰ πάντα περιβλέπτῳ πάσης τιμῆς καὶ προσκυνήσεως ἀξίῳ γνησίῳ κυρίῳ Σενουθίῳ ἀνυστῇ Κομιτᾶς …