Ancient Greek
P.Amh. 2 46
Documentary Papyri, P.Amh. 2 46
Not analysed yet
ἔτους ε Φαῶφι γ, ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἐδάνεισεν Ναομσῆσις Σπεμμίνιος Περσίνη Θαήσει Ἁρσιήσιος Περσίνῃ πυρῶν ἀρτάβας δέκα ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότω ἡ δεδανεισμένη Θαῆσις Ναομσήσει ἐν μηνὶ Παχὼν τοῦ ε ἔτους πυρὸν νεόν καθαρὸν ἀποκαθεσταμένον εἰς οἶκον πρὸς αὐτὴν τοῖς ἰδίοις ἀνηλώμασιν μέτρῳ ὧι καὶ παρείληφεν. ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῷ ὡρισμένῳ χρόνῳ ἀποτεισάτω παραχρῆμα ἡμιόλιον τὴν ἐσομένην ἐν τῆι ἀγορᾷ τιμήν, ἡ δὲ πρᾶξις ἔστω Ναομσήσει ἐκ τῆς δεδανεισμένης Θαήσιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ, πρασσούσῃ καθάπερ ἐκ δίκης. ἀπόδοσις ε ἔτους, δάνειον Θαήσιος πυρῶν ι.