Ancient Greek
P.Amh. 2 47
Documentary Papyri, P.Amh. 2 47
Not analysed yet
ἔτους ε Ἁθὺρ …,ἐν Παθύρει ἐφʼ Ἡλιοδώρου ἀγορανόμου. ἐδάνεισεν Ναμεσῆσις Σπεμμίνιος Περσίνη Πατσεοῦτι Σαλῆτος Πέρσῃ τῆς ἐπιγονῆς πυροῦ ἀρτάβας δέκα δύο ἄτοκα. τὸ δὲ δάνειον τοῦτο ἀποδότω ὁ δεδανεισμένος Ναμεσήσει ἐν μηνὶ Παχὼν α τοῦ αὐτοῦ ἔτους πυρὸν νέον καθαρὸν ἄδολον μέτρῳ ὧι καὶ παρείληφεν ἀποκαθεσταμένον εἰς οἶκον πρὸς αὐτὴν ἰδίοις ἀνηλώμασι. ἐὰν δὲ μὴ ἀποδῶι ἐν τῶι ὡρισμένωι χρόνωι ἀποτεισάτω παραχρῆμα ἡμιόλιον τὴν ἐσομένην ἐν τῆι ἀγοραῖ τιμήν, ἡ δὲ πρᾶξις ἔστω Ναμεσήσει ἐκ τοῦ Πατσεοῦτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθάπερ ἐκ δίκης. Ἡλιόδωρος κεχρημάτικα. Ναμοσῆσις Πατσεοῦτι Σαλῆτος, πυροῦ ἀρτάβαι ιβ.