Ancient Greek
68.v2.59 to 68.v3.74
Documentary Papyri, P.Amh. 2 68.v2.59-68.v3.74
Not analysed yet
εὐθυμετρίαν κατὰ τὸ τὰ ἐδάφη ἐωνῆσθαι συνεστάσθαι, καὶ τὸν μὴ μεταβαλόμενον κωμογραμματέα τετελευτηκέναι, τοὺς δὲ ἐμφερομένους τὰς παραδείξεις μὴ ἐνενηνοχέναι παραγγελίαν λαβόντας πρὸς τὸ γνωσθῆναι, εἰ παρεδείχθησαν, καὶ Οὐέγετος ἔκρινε τὸν νῦν στρατηγὸν ἐξετάσαι ὡς Οὖρσος. οὗτος δὲ καὶ ἑξῆς βασιλικὸς ἐδήλωσαν μηδὲ νῦν τὰς παραδείξεις ἐνενηνέχθαι, καὶ Μέττιος Ῥοῦφος ἔκρινε· ἐὰν μὴ ἐν διμήνῳ τὰς παραδείξεις ἐνενέγκωσι, ἀπαιτείσθωσαν τὰ …ενεγκα…. …