Ancient Greek
P.Amh. 2 69
Documentary Papyri, P.Amh. 2 69
Not analysed yet
ἐπαγομένων ε. Ἀφροδισίωι καὶ τοῖς σὺν αὐτῷ προχειρισθεῖσι πρὸς παράλημψιν καὶ κατακομιδὴν βιβλίων πεμπομένων εἰς Ἀλεξάνδρειαν τῷ τοῦ νομοῦ ἐγλογιστῇ καὶ ἰδίῳ λόγῳ παρὰ Ἥρωνος τοῦ Ἥρωνος καὶ μετόχων σιτολόγων μέρους πεδίου Αὐτοδίκης διὰ τῶν ἀπὸ Ἀνδρομαχίδος καὶ Θεοξενίδος. κατεχωρίσαμεν ὑμῖν μετρημάτων κατʼ ἄνδρα εἰσδοχῆς ἀπὸ Παῦνι ἕως Μεσορὴ δηλώσαντες περὶ τοῦ μηδὲν ἡμῖν μεμετρῆσθαι τῷ Παχὼν καὶ Παῦνι καὶ μηνιαίους ἐν κεφαλαίῳ ἀπὸ Παῦνι ἕως Μεσορὴ καὶ ἀπολογισμὸν περὶ τοῦ μηδὲν ἡμῖν μεμετρῆσθαι τοῦ διαφόρου φορέτρου ἀπὸ Παῦνι ἕως Μεσορὴ καὶ κατʼ ἄνδρα καταγωγῆς τῷ Ἐπεὶφ καὶ Μεσορὴ δηλώσαντες τῷ Παχὼν καὶ Παῦνι μὴ γεγονέναι καταγωγὴν καὶ λόγον φορέτρου καὶ ἰδίῳ λόγῳ ἀπολογισμὸν περὶ τοῦ μηδὲν ἡμῖν μεμετρῆσθαι ἀπὸ Παχὼν ἕως Μεσορὴ ἐπαγομένων, πάντα τοῦ ἐνεστῶτος ιζ ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου ἀπὸ γενήματος τοῦ αὐτοῦ ἔτους. Ἀφροδίσιος σεσημείωμαι. Νεμεσᾶς σεσημείωμαι. ἔτους ιζ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεσορὴ ἐπαγομένων ε.