Ancient Greek
P.Amh. 2 72
Documentary Papyri, P.Amh. 2 72
Not analysed yet
Αὐρηλίῳ Μαικίῳ τῷ καὶ Νεμεσιανῷ ἀπαιτητῇ διοικοῦντι τὸν Ἑρμοπολίτην παρὰ Αὐρηλίας Τινούτιος Ἑρμείνου Ἑρμοπολίτιδος μετὰ συνεστῶτος τοῦ ἀνδρὸς Αὐρηλίου Διοσκουρίδου Ἀμμωνίου ἀπὸ τῆς αὐτῆς πόλεως. ἀπογράφομαι παρὰ σοὶ ἐντὸς τῶν ὁρισθεισῶν ἡμερῶν δίκαιον κληρονομίας τοῦ πατραδέλφου μου Χαιρήμονος Ἁρποκρατίωνος ἀπὸ τῆς αὐτῆς πόλεως τετελευτηκότος ἀτέκνου καὶ ἀδιαθέτου ἐπʼ ἐμοὶ μόνῃ κληρονόμῳ. ἧς κληρονομίας φθάσασα διεπεμψάμην τῷ λαμπροτάτῳ ἡγεμόνι Οὐαλερίῳ Φίρμῳ τὴν διακατοχήν, φυλασσομένων μοι ἁπάντων ὧν ἔχω δικαίων, καὶ δηλῶ τὰ καταλειφθέντα ὑπʼ αὐτοῦ σύνπαντα ἄξια εἶναι ὡς ταλάντων τριῶν, καὶ ὀμνύω τὴν Μάρκων Ἰουλίων Φιλίππων Καισάρων τῶν κυρίων Σεβαστῶν τύχην οὕτως ἔχειν. ἔτους γ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Παῦνι κβ. Αὐρήλια Τινοῦτεις Ἑρμοπολῖτις μετὰ συνεστῶτος ἐμοῦ τοῦ ἀνδρὸς Αὐρηλίου Διοσκουρίδου Ἀμμωνίου ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον.