Ancient Greek
P.Amh. 2 74
Documentary Papyri, P.Amh. 2 74
Not analysed yet
ἀντίγραφον Πνεφερῶτι κωμογραμματεῖ Σοκνοπαίου Νήσου παρὰ Πανεφρέμμεως Ἀγχώφεως πρεσβυτέρου Πανεφρέμμεως μητρὸς Στοτοήτεως τῆς Ὥρου ἱερέως τρίτης φυλῆς ἀπὸ κώμης Σοκνοπαίου Νήσου. ἀπογράφομαι ἐμαυτόν τε καὶ τοὺς ἐμοὺς εἰς τὴν τοῦ διεληλυθότος θ ἔτους κατʼ οἰκίαν ἀπογραφήν· καταγείνομαι δὲ ἐν οἰκίᾳ μητρικῇ τοῦ πατρὸς τετελευτηκότος, εἰμὶ δὲ ὁ προγεγραμμένος Πανεφρέμμεις ἐτῶν κα, οὐλὴ παρὰ ὀφθαλμὸν δεξιόν· καὶ τοὺς ἀνεψιούς μου Πανεφρέμμειν Ἀγχώφεως νεωτέρου Πανεφρέμμεως μητρὸς Θασῆτος τῆς Στοτοήτεως ἐτῶν η εὔσημον ὀφθαλμὸν δεξιὸν καὶ Στοτοῆτιν ἄλλον μητρὸς τῆς αὐτῆς ἐτοῦς α, καὶ τὴν γυναῖκά μου οὖσαν ὁμοπάτριον καὶ ὁμομήτριον ἀδελφὴν Θασῆν ἐτῶν ιζ ἄσημον, καὶ τὴν τοῦ Πανεφρέμμεως μητέρα Στοτοῆτιν Ὥρου τοῦ Παοῦτος ἐτῶν να ἄσημον καὶ …Σεγᾶθιν Στοτοήτεως πρεσβυτέρου Στοτοήτεως μητρὸς Θασῆτος τῆς Σαταβοῦτος ἐτῶν …η ἄσημον. ὑπάρχει δὲ ἡμῖν τὸ ἐπιβάλλον ἥμισυ μέρος πατρικῆς …αλ…δεως καὶ τρίτον μέρος οἰκοπέδων· διὸ ἐπιδίδωμι. ἔτους ι Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ λ. εξ