Ancient Greek
P.Amh. 2 77
Documentary Papyri, P.Amh. 2 77
Not analysed yet
Ἰουλίωι Πετρωνιανῷ τῶι κρατίστῳ ἐπιστρατήγῳ παρὰ Παβοῦτος τοῦ Στοτοήτεως Πανομιέως ἱερέως ἀπὸ κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ Ἀραβοτοξότου πύλης τῆς αὐτῆς Σοκνοπαίου Νήσου. …ν κατηγορ… ἀλλὰ ὁρῶν τὸν φίσκον περιγραφόμενον ὑπὸ Πολυδεύκους τετραετεῖ ἤδη χρόνωι παρὰ τὰ ἀπειρημένα ἐπιτηροῦντὸς τὴν προκειμένην πύλην καὶ ὑπὸ Ἁρπαγάθου τοῦ ἐρημοφύλακος ἐπέδωκα τοῖς τῆς νομαρχίας ἐπιτηρηταῖς ἀντίγραφον ὧν εἶχον τοῦ Ἁρπαγάθου ἰδιογράφων ἀναγραφίων τῶν διὰ τῆς πύλης εἰσαχθέντων καὶ ἐξαχθέντων, ἀξιῶν τὴν ἐξέτασιν αὐτῶν γενέσθαι εἰς τὸ ἐπιγνῶναι εἰ προσετέθη αὐτῶν τὰ τέλη τῷ κυριακῶι λόγωι. καὶ ἐπιγνοὺς ὁ Πολυδεύκης ἐπελθών μοι μεθʼ ἑτέρων ὧν τὰ ὀνόματα ἀγνοῶ πλείσταις πληγαῖς με ᾐκίσατο, καὶ μὴ ἀρκεσθεὶς ἐπήνεγκέ μοι Ἡρακλᾶν τινα μαχαιροφόρων οὐσιακῶν καὶ ἀμφότεροι βίᾳ βαστάξαντές με εἰσήνεγκαν εἰς τὸ λογιστήριον τοῦ ἐπιτρόπου τῶν οὐσιῶν καὶ ἐποίησάν με …κ…αιον ὄντα μαστιγοῦσθαι εἰς τὸ ἀναδῶναί με αὐτοῖς τὸ τοῦ Ἁρπαγάθου ἀναγράφιον, ὅπερ φανερὸν τοῦτο ἐγένετο τοῖς τε τῆς νομαρχίας ἐπιτηρηταῖς καὶ τῷ ἐπὶ τῶν τόπων τότε ὄντι βενεφικιαρίωι …ὅθεν κατὰ τὸ ἀναγκαῖον ἐπιδίδωμι καὶ ἀξιῶ ἐὰν δόξῃ σοι πέμψαι κύριε καὶ τὸν Πολυδεύκην καὶ τὸν Ἁρπαγάθην ἐπὶ τόν κράτιστον τοῦ κυρίου Καίσαρος ἐπίτροπον ἵνα δυνηθῶ τὴν ἀπόδειξιν ἐπʼ αὐτοῦ ποιησάμενος τυχεῖν καὶ τῆς ἀπὸ σοῦ εὐεργεσίας. διευτύχει. ἔστι δὲ τὸ ἀντίγραφον τῶν ἰδιογράφων τοῦ Ἁρπαγάθου ἀναγραφίων· β ἔτους Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἐπεὶφ ζ. Στοτοῆτις …ο ἐξάγων …καμήλους β. ὁμοίως Στοτοῆτις ἐλαίου καμήλους γ γενήματος ιγ ἔτους …Ἐριεῦς …ε οἴνου κεράμια λ. ιβ Ἐριεῦς …γενήματος κβ ἔτους. ιγ …ἐξάγων ἐπὶ καμηλ …Παποντῶς ἐξάγων ἐπὶ καμηλ …Πασοκράτης ἐ …άγων οἴνου κεράμια ι. Επ…ις ἐξάγων ἐπὶ καμήλοις β καὶ ὄνῳ α. ὁ αὐτὸς εἰσάγων ἐπὶ καμήλοις β καὶ ὄνῳ α οἴνου κεράμια η. ὁμοίως Παβοῦς ἐλαίου κάμηλον α. ὁμοίως Παβοῦς ἐλαίου κάμηλον α πῶλον α. Α… ἐξάγων ἐπὶ καμήλῳ α ἐλαίου μετρητὰς δ. ι ὁμοίως Στοτοῆτις ἐλαίου καμήλους ε. ι …ὁμοίως ὁ αὐτὸς Στοτοῆτις ἐλαίου καμήλους ε. Περ… εἰσάγων ἁλὸς καμήλους δ. …Δίδυμος ἐξάγων ἐλαίου καμηλ …ἐλαίου καμήλους ζ. ……ἐλαίου καμηλ ……ἐλαίου καμηλ …γ …Δίδυμος ἐλαίου …Παβοῦς ἐλαίου …δ Ἀνχῶφις …ε Ἑρμῆς …ϛ Ἐριεῦς ἐλαίου καμηλ …ζ Ἐριεῦς …ια… ιβ Ἑρμῆς …ιγ Διονύσιος …ὁμοίως Π… ιδ Στοτοῆτις ἐλαίου καμηλ …ὁμοίως Παβοῦς ἐλαίου καμηλ …ὁμοίως Πασοκράτης ἐλαίου …ιϛ Ἀνχῶφις ἐλαίου καμηλ …ὁμοίως Ἐρίων ἐλαίου …ιζ Ἑκῦσις …κα Πανεφρέμμις ἐλαίου …Ἀνχῶφις ἐλαίου καμηλ …Πανεφρέμμις ἐλαίου καμηλ …Ἁρπαγάθης ἐξάγων …κβ Ἐριεῦς Αρμιχε…