Ancient Greek
P.Amh. 2 78
Documentary Papyri, P.Amh. 2 78
Not analysed yet
Αὐρηλίῳ Ἀντωνείνῳ ἑκατοντάρχῳ παρὰ Στοτοήτιος Ἀγχώφεως ἀπὸ κώμης Σοκνοπαίου Νήσου. βίαν πάσχων ἑκάστοτε ὑπὸ Ἑκύσεως ἐπικαλουμένου Εὐπορᾶ τινος ἀπὸ τῆς αὐτῆς κώμης ὅστις πολλὰ μὲν καὶ ἄλλα εἴς με διαπραξάμενος ἔτι καὶ τῇ συνγενίδι μου …ιστου πρὸς γάμον συνελθὼν ἐν τοῖς κοινοῖς ἡμῶν ὑπάρχουσι παντοδαπῶς μου πλεονεκτεῖ ἄνθρωπος αὐθάδης. ἐπὶ τούτοις δὲ καὶ ἐν νωθρίᾳ μου γενομένου ἐξεβιάσατο ὥστε ἀσφάλειαν γραπτὴν αὐτῷ με ποιήσασθαι, ἐπανγειλάμενος εἰ μὴ ποιῶ εἰς τὸ ζῆν μοι ἐπιχειρήσειν. τοιαύτης οὖν αὐθαδίας ἐν αὐτῷ οὔσης οὐ δυνάμενος ἐνκαρτερεῖν ἐπιδίδωμι καὶ ἀξιῶ ἀχθῆναι αὐτὸν εἰς τὸ διακουσθῆναι. ἐπὶ γὰρ τῷ ῥητῷ καὶ ἕτερα τούτων μείζονα ἀποδείξω. διευτύχει. ἔτους κε Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Θὼθ λ. …διος… …α…