Ancient Greek
P.Amh. 2 92
Documentary Papyri, P.Amh. 2 92
Not analysed yet
Κλαυδιανῷ νομάρχῃ Ἀρσινοίτου παρὰ Μάρκου Ἀνθεστίου Καπιτωλείνου. βούλομαι ἐπιχωρηθῆναι παρὰ σοῦ πρὸς μόνον τὸ ἐνεστὸς τρίτον ἔτος Ἀντωνίνου καὶ Οὐήρου τῶν κυρίων Σεβαστῶν κοτυλίζειν πᾶν ἔλαιον ἐν ἐργαστηρίῳ ἑνὶ ἐν κώμῃ Ἡρακλείᾳ Θεμίστου μερίδος καὶ τελέσειν εἰς τὸν τῆς ὠνῆς λόγον ὑπὲρ ὅλου τοῦ ἐνιαυτοῦ ἀργυρίου δραχμὰς ὀγδοήκοντα ὀβολοὺς ὀγδοήκοντα σύνπαντι λόγῳ, ὧν καὶ τὴν διαγραφὴν ποιήσω κατὰ μῆνα τὸ αἱροῦν ἐξ ἴσου, τῶν εἰς ἑτέρους λόγους πρὸς διοίκησιν τελουμένων ὄντων πρὸς ἐμὲ τὸν Ἀνθέστιον Καπιτωλεῖνον. οὐχ ἕξω δὲ κοινωνὸν οὐδὲ μίσθιον γενόμενον τῆς ὠνῆς ὑποτελῆ, δώσω δὲ καὶ ὑπὲρ διπλώματος ἵππων δύο τὰ κατὰ συνηθείαν νόμιμα, ἐξουσίας σοι οὔσης ἑτέροις μεταμισθοῦν ὁπότε ἐὰν αἱρῇ, ἐὰν φαίνηται μισθῶσαι.