Ancient Greek
P.Amh. 2 93
Documentary Papyri, P.Amh. 2 93
Not analysed yet
Στοτοῆτι Ἀγχώφεως παρὰ Ἁρπάλου Ἁρπάλου ἀπὸ κώμης Σοκνοπαίου Νήσου. βούλομαι μισθώσασθαι παρὰ σοῦ ἐπὶ ἐνιαυτὸν ἕνα ἔτι ἀπὸ τοῦ ἐνεστῶτος μηνὸς Τῦβι τοῦ κβ ἔτους Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου τὸ ὑπάρχον σοι ἐλαιουργεῖον ἐν κώμῃ Ἡρακλείᾳ τῆς Θεμίστου μερίδος ἐνεργὸν ἐξηρτισμένον ἅπασι σὺν τοῖς οὖσι χρηστηρίοις πᾶσι, φόρου τοῦ ὅλου ἐνιαυτοῦ ἐλαίου ῥαφανίνου κεραμίων ἑπτὰ θάλλου Εἰσίοις ἡμιχόου καὶ Ἀμεστεσίοις χοὸς ἔτι δὲ καὶ ἐλαιοποιήσω ἐλαίου ῥαφανίνου δύο χωρὶς μισθοῦ …ἀποδώσω κατὰ μῆνα τὸ αἱροῦν ἐξ ἴσου, τῶν δὲ δημοσίων πάντῶν τοῦ ἐλαιουργείου ὄντων πρὸς ἐμὲ τὸν Ἅρπαλον πλὴν τέλους θυειῶν τοῦ ὄντος πρὸς σὲ τὸν Στοτοῆτιν, ἐὰν δέ τι γένηται ἐπισκεῦης ἢ ἀνοικοδομῆς ἢ κατεάγματος ξυλικῶν ἢ ἐργαλίων ὁμοίως ὄντων πρὸς σὲ τὸν Στοτοῆτιν. καὶ μετὰ τὸν χρόνον παραδώσω τὸ ἐλαιουργεῖον καθαρὸν σὺν ταῖς ἐνεστώσαις θύραις καὶ κλεισί, ἐὰν φαίνηται μισθῶσαι. Ἅρπαλος ὡς ἐτῶν μ οὐλὴ ἀντικνημίῳ δεξιῷ. ἔτους κβ Κομμόδου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Τῦβι γ.