Ancient Greek
41.r.minf.56 to 41.r.msup.71
Documentary Papyri, P.Ammon 2 41.r.minf.56-41.r.msup.71
Not analysed yet
φίλους γὰρ ἀξιώσας μεταξὺ γενέσθαι Πανίσκον τὸν ἀπὸ δικαιοδότου καὶ Ἀπόλλωνα τὸν ποιητὴν τὸν ἀδελφιδοῦν τὸν ἐμόν, ὃν καὶ ἡ σή, ὦ δέσποτα, περὶ τοὺς λόγους ἀρετή τε καὶ φιληκοία γινώσκει τὴν παρὰ σοῦ, κύριε, ἐν Θηβαίδι εὐτυχήσαντα ἀκρόασιν, καὶ ἄλλα προεφέρετο ὁ Εὐγένειος ἀναλώματά τινα καὶ καμάτους προβαλλόμενος, ἕως ἂν συλλάβηι καὶ συναγάγηι τὰ ἀνδράποδα ταῦτα τῆιδε ἐκεῖσε…ἐσκορπισμένα καὶ δρασμὸν ἤδη μελετήσαντα καὶ ὡς ἐν ἐρημίαι ἀδέσποτα ὄντα μηδενὸς αὐτῶν …προισταμένου, καὶ τοιαῦτά τινα λέγων παράνομα τοὺς φίλους τοὺς μεταξὺ κατηνάγκασεν εἰς διάλυσίν με πρὸς αὐτὸν ἀγαγεῖν οὕτω βιαιοτάτην ὥστε ἔχειν οὐ δικαίως αὐτὸς ἑαυτῶι καθ’ ἰδίαν δεσποτείαν τῶν ἀνδραπόδων τὸ ἥμισυ καὶ τὸν κληρονόμον νόμιμον τὸ ἄλλο ἥμισυ, ἐμὲ …την …ενέγκαι μεθ γ…τ…του ……τοι γοῦν …ημ… καὶ αὐτὸς οὗτος ὁ Εὐγένειος παράδοσιν καὶ τὴν παράστασιν τῶν δούλων τῶν …κἄν τις ἐν αὐτοῖς ἦι ἀποδεδρακώς καὶ …απλ…μ…υ τοῦ ἔτι τότε κρατουμένου, ἀλλὰ οὐδὲ τοῦτο πεποίηκεν οὔτε τὴν παράδοσιν τῶν δι’ αὐτοῦ τοῦ Εὐγενείου παρὰ τῆι τάξει τῆς καθολικότητος φρουρηθέντων οὔτε τὴν παράστασιν τοῦ πεφευγότος …καὶ οὐ παρόντος ἐν αὐτοῖς δὲ λοιπὸν δύο, ἐξ οὗ εἰς τήνδε ἀφικόμην τὴν πόλιν, ἤδη διέδρασαν…σαντος ἐμοῦ καὶ δεινῶς ἐςχηκότος, καὶ ὁ τρίτος ἤδη ἐπισ… ἐνταυθ ἐμοὶ αὐτός