Ancient Greek
41.v.30 to 41.r.minf.55
Documentary Papyri, P.Ammon 2 41.v.30-41.r.minf.55
Not analysed yet
τελεσμάτων διάδοσιν καὶ μὴ δυνηθέντος δεῦρο καταπλεῦσαι, αὐτοὶ οἱ δοῦλοι μηκέτι ἀνασχόμενοι παρὰ ξένοις εἶναι …ἑαυτ ὑπ…ετ, πρὸ πολλοῦ ἀπέστησαν τῆς τούτων οἰκίας καὶ καθ’ ἑαυτοὺς ἔζησαν μηδενὸς αὐτῶν προισταμένου ὡς ἐν ἐρημίαι …π… δεσπότου διὰ τὴν πολυχρόνιον μὲν ἐκείνου ἀποδημίαν, ἀεὶ δὲ ὑφ’ ἡμῶν εἰς ἐπανόδου μεταβολὴν προσδοκωμένου μέχρι καὶ τῆς τελευταίας ὥρας ἐκείνης, καθ’ ἣν τὴν ἀναγκαίαν μοῖραν ἐκπληρώσας οἴχεται. Διὰ τοσοῦτον γὰρ καὶ τηλικοῦτον κα… ἀρετῆι παντὸς τοῦ βίου τῆι τῆς ἄνω κινήσεως ἐνεργείαι καὶ τοῦ εἰληχότος αὐτὸν ἐξ ἀρχῆς δαίμονος ……βίου, ἀλλ ἐπὶ ξένης, πορρωτάτω μὲν τῆς ε… πατρίδος …ρ…λ Ἀέτιος παραγένηι, ἀνελθὼν ὁ Ἀέτιος ἀναρπασθεὶς οἴχεται. φήμης τοίνυν πρὸ ὀλίγου διαδοθείσης, ὡς εἴη τελευτήσας ἐκεῖνος, πρὸ βραχέος γὰρ χρόνου τοῦτο αὐτὸς ἀκήκοα, εἰ καὶ πρόπαλαι …οὐ γὰρ ταχέως εἰς ἀκοὴν τῶν οἰκείων ἀφικνεῖται ὁ περὶ τοῦ θανάτου τῶν ἐπὶ ξένης λόγος διὰ τὸ μηδένα βούλεσθαι μετὰ τοιαύτης ἀγγελίας προσιέναι τοῖς τῶι τελευτήσαντι κατ’ ἀγχιστείαν προσήκουσι, παρεσκευαζόμην μὲν ἐπὶ τῆι ἀκοῆι ταύτηι δεῦρο καταπλεῦσαι, πρῶτον μὲν δι’ ἐκεῖνον, ἔπειτα καὶ διὰ ταῦτα τὰ ἀνδράποδα αὐτοῦ τὰ ἐνταυθοῖ διατρίβοντα. ἕως δὲ ταύτην ἔτι ἐν χερσὶν εἶχον τὴν φροντίδα, ἥκει παραγγέλλων Σερηνιανὸς ὁ τοῦ Παλλαδίου, ὡς ἔξωθέν τις ἐπιστὰς Εὐγένειος τοὔνομα ἔφη ταῦτα τὰ ἐν Ἀλεξανδρείαι ἀνδράποδα τοῦ ἀδελφοῦ μου Ἁρποκρατίωνος ὡς ὄντα ἀδέσποτα καὶ ὡς μὴ ἐπὶ κληρονόμοις ἐκείνου τελευτήσαντος ἐξ αἰτήσεως ἐσχηκέναι παρὰ τῆς θειότητος τῶν καλλινίκων δεσποτῶν ἡμῶν καὶ τετυχηκέναι ἀντιγραφῆς οὕτως ἐχούσης· εἰ μή τις τούτων ἀντιποιοῖτο μηδὲ φανείη τις τὴν τούτων δεσποτείαν ἐκδικῶν, παραδοθῆναι αὐτῶι. ταῦτα παρ’ ἐκείνου τοῦ Σερηνιανοῦ ἀκούσας ἔτι μᾶλλον πρὸς τὴν ἀποδημίαν ἠπείχθην. ἐν Ἀλεξανδρείαι δὲ γενόμενος ἐκεῖνος καὶ γνοὺς ἐκεῖνον τὸν Ἁρποκρατίωνα κληρονόμον ἔχειν ἀδελφὸν ὁμοπάτριόν τε καὶ ὁμομήτριον, ἐμὲ δὴ τὸν Ἄμμωνα, Νίκης τῆς μητρὸς τούτων τῶν σωμάτων μαρτυρομένης, παραυτίκα εἰς Θηβαίδα ἀνέδραμεν ἴσως τοῦτο πυνθάνεσθαι βουλόμενος, ἔλεγεν δὲ γράμματα ἔχειν παρὰ τοῦ κυρίου μου Σισιννίου καλοῦντά με εἰς τὴν Ἀλεξανδρέων πόλιν διὰ ταῦτα τὰ ἀνδράποδα, τὸν καὶ πρὸ τῆς τούτου ἀφίξεως προπαρεσκευασμένον δεῦρο καταπλεῦσαι δι’ αὐτὸ τοῦτο. ἀφικόμενος δὲ εἰς τὴν πατρίδα τὴν ἐμὴν καὶ γνοὺς τοῦ πράγματος τὴν ἀκρίβειαν καὶ ὡς τοῦ `πρώτου´ ἐπιχειρήματος ἀποτυχών, λοιπὸν εἰς ἄλλο τι ἐτράπη καὶ περὶ ἄλλην δεσποτείαν ἐστρέφετο.