Ancient Greek
P.Athen. 22
Documentary Papyri, P.Athen. 22
Not analysed yet
ἀντίγραφον ὁμολογίας δανείου. ἔτους ζ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου μηνὸς Περιτίου …ἐν …τῆς …μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Ὄννωφρις …ὡς ἐτῶν …οὐλὴ …Γαΐῳ Λογγίνῳ Ἀκύλᾳ ὡς ἐτῶν …οὐλὴ …ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς …εἰς χρῆσιν, τόκου δραχμῆς μιᾶς τῇ μνᾷ τὸν μῆνα ἕκαστον, τὴν δὲ τούτων ἀπόδοσιν ἐπάναγκον ποιησάσθω ὁ ὁμολογῶν Ὄννωφρις τῷ Γαίῳ Λογγίνῳ Ἀκύλᾳ ἐν μηνὶ Ἁθὺρ τοῦ εἰσιόντος ὀγδόου ἔτους Αὐρηλίου Καίσαρος τοῦ κυρίου. ἐὰν δὲ μὴ ἀποδῷ, ἀποτεισάτω παραχρῆμα μεθʼ ἡμιολίας καὶ τόκων, γεινομένης τῷ Γαΐῳ Λογγίνῳ Ἀκύλᾳ τῆς πράξεως ἔκ τε τοῦ ὁμολογοῦντος Ὀννώφριος καὶ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάπερ ἐξ ἐκδικίας. ὑπογραφεὺς …