Ancient Greek
P.Athen. 23
Documentary Papyri, P.Athen. 23
Not analysed yet
ἔτους πρώτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Δύστρου ἑβδόμῃ Τῦβι ζ, ἐν Θεαδελφίαι τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογοῦσιν Δῖος ὡς ἐτῶν εἴκοσι ἑπτὰ οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς καὶ Ὦσις ὡς ἐτῶν εἴκοσι τεσσάρων οὐλὴ ποδὶ ἀριστερῶι καὶ Ἡρακλῆς ὡς ἐτῶν εἴκοσι οὐλὴ ἀντικνημίῳ ἀριστερῷ, οἱ τρεῖς Ἡρακλέους νεωτέρου Πέρσαι τῆς ἐπιγονῆς, ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, Θέωνι τῶι καὶ Σωκράτῃ Ἥρωνος ὡς ἐτῶν τριάκοντα ἑνὸς ἀσήμωι, ἔχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου τιμὴν οἴνου νέου ληναίου ἀπὸ γενήματος οὗ καρπωνοῦσι περὶ τὴν προκειμένην κώμην Θεαδέλφιαν τοῦ λεγομένου Διονυσίου ἀμπελῶνος κεραμίων ἀρσινοϊτικῶν ἑξήκοντα ἕξ ,ἐν χύματι τοῦ αὐτοῦ ἀμπελῶνος, ὧν καὶ τὴν ἀπόδοσιν ποιησάσθωσαν οἱ ὁμολογοῦντες τῷ Θέωνι ἐν μηνὶ Καισαρείωι τοῦ ἐνεστῶτος πρώτου ἔτους ἐπὶ ληνῶι ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας, τοῦ Θέωνος χορηγοῦντος κέραμον. ἐὰν δὲ μὴ ἀποδῶσι καθὰ γέγραπται, ἀποτεισάτωσαν παραχρῆμα μεθʼ ἡμιολίας καὶ τόκων, γεινομένης τῶι Θέωνι τῆς πράξεως ἔκ τε τῶν ὁμολογούντων καὶ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθάπερ ἐκ δίκης. ὑπογραφεὺς τῶν ὁμολογούντων Φρόντων Πάπου ὡς ἐτῶν μ οὐλὴ τραχήλῳ ἐκ δεξιῶν Δῖος καὶ Ὦσις καὶ Ἡρακλῆς οἱ τρεῖς Ἡρακλέους Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν, ὁμολογοῦμεν ἔχειν παρὰ Θέωνος τοῦ καὶ Σωκράτους Ἥρωνος τιμὴν οἴνου νέου ληναίου …