Ancient Greek
P.Athen. 27
Documentary Papyri, P.Athen. 27
Not analysed yet
ἔτους τεσσαρεσκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς, μηνὸς Νέου Σεβαστοῦ Ἁθὺρ …ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Διόσκορος Πασίωνος τοῦ Πασίωνος μητρὸς Θαήσεως ἀπὸ ἀμφόδου Συριακῆς ὡς ἐτῶν κ οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς Λουκίῳ Οὐεσπασιανῷ Γεμέλλῳ οὐετρανῷ ὡς ἐτῶν κ οὐλὴ ἀντικνημίοις ἀμφοτέροις, πεπρακέναι αὐτῷ τὸν ὁμολογοῦντα ὄνον πῶλον ἄβολον λευκόν, τοῦτον τοιοῦτον ἀναπόρριφον καὶ ἀπέχειν τὸν ὁμολογοῦντα παρὰ τοῦ Λουκίου τὴν συμπεφωνημένην τιμὴν πᾶσαν ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου χαλκοῦ δραχμὰς διακοσίας …φ… καὶ βεβαιώσει πάσῃ βεβαιώσει αὐτῷ ὁ ὁμολογῶν ἀπὸ παντὸς τοῦ ἐπιλημψομένου. ὑπογραφεὺς Διόσκορος Πασίωνος ὁμολογῶ πεπρακέναι τῷ Γεμέλλῳ τὸν προκείμενον ὄνον καθὼς πρόκειται. Ἀκοῦς γέγραφα ὑπὲρ αὐτοῦ ἀγραμμάτου. ἀναγέγραπται διὰ τοῦ ἐν Καρανίδι γραφείου.