Ancient Greek
P.Athen. 28
Documentary Papyri, P.Athen. 28
Not analysed yet
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Δομιτιανοῦ Σεβαστοῦ μηνὸς Ἀπελλαίου ἐννεακαιδεκάτῃ Φαῶφι ιθ, ἐν Θεαδελφείᾳ τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοΐτου νομοῦ. ὁμολογεῖ Δίδυμος Διδύμου Πέρσης τῆς ἐπιγονῆς ὡς ἐτῶν τεσσαράκοντα δύο ,οὐλὴ δακτύλῳ πρώτωι χειρὸς ἀριστερᾶς Πετερμούθι Ποσιδωνίου ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ δακτύλωι μικρῶι χειρὸς ἀριστερᾶς, ἔχειν παρʼ αὐτοῦ ἀργυρίου δραχμὰς ὀγδοήκοντα παραθήκην ἀκίνδυνον παντὸς κινδύνου, ἣν καὶ ἀποκαταστήσειν τὸν Δίδυμον τῶι Πετερμούθι ὁπηνίκα ἐὰν αἱρῆται ὁ Πετερμοῦθις ἄνευ πάσης ὑπερθέσεως καὶ εὑρησιλογίας. ἐὰν δὲ μὴ ἀποδῶι καθʼ ἃ γέγραπται. ἀποτεισάτω παραχρῆμα παραθήκην διπλῆν καὶ τὰ βλάβη ἀκολούθως τῶι τῶν παραθηκῶν νόμωι, γεινομένης τῶι Πετερμούθι τῆς πράξεως ἔκ τε τοῦ Διδύμου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῦ πάντων καθάπερ ἐκ δίκης. …ουντων …Διδυμο ……ονου Δίδυμος Διδύμου Πέρσης τῆς ἐπιγονῆς ……το…