Ancient Greek
P.Athen. 29
Documentary Papyri, P.Athen. 29
Not analysed yet
ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Τραϊανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Δαισίου γ Φαρμοῦθι γ ἐν Καρανίδι τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν Πτολεμαῖος Ἁρποκρατίωνος ὡς ἐτῶν ἑξήκοντα τριῶν οὐλὴ …καὶ ἡ τούτου ὁμοπατρία καὶ ὁμομητρία ἀδελφὴ Διδυμάριον ὡς ἐτῶν ἑβδομήκοντα δύο οὐλὴ δακτύλῳ δευτέρωι χειρὸς ἀριστερᾶς μετὰ κυρίου αὑτῆς Πτολεμαίου, Παουήτι ἀπάτορι μητρὸς Τανεφρέμμεως ὡς ἐτῶν ἑξήκοντα οὐλὴ παρʼ ἀντίχειρα χειρὸς δεξιάς ἀπέχειν παρʼ αὐτοῦ παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι, αἵ εἰσιν τὸ ἐπιβάλλον αὐτοῖς Πτολεμαίῳ καὶ Διδυμαρίῳ ἥμισυ μέρος ἀργυρίου δραχμῶν διακοσίων τεσσαράκοντα, ἃς ὤφειλεν ὁ Παουῆτις τῶι τετελευτηκότι αὐτῶν πατρὶ Ἁρποκρατίωνι Σαμβᾶ καθʼ ὁμολογίαν χρήσεως, ἣν ἔθετο αὐτῷ διὰ τοῦ αὐτοῦ γραφείου, καὶ μὴ ἐπελεύσεσθαι μήτε αὐτοὺς Πτολεμαῖον καὶ Διδυμάριον μήτε αὐτῷ μηδὲ τοὺς παρʼ αὐτῶν ἐπὶ τὸν Παουῆτιν μηδὲ τοὺς παρʼ αὐτοῦ, μήτε περὶ ὧν ἀπέχουσι καθʼ ὅτι πρόκειται ἀργυρίου δραχμῶν ἑκατὸν εἴκοσι, μηδʼ ὀφειλήματος ἐνγράπτου μηδʼ ἀγράφου ἀπὸ τῶν ἔμπροσθεν χρόνων τρόπωι μηδενί. ὑπογραφεὺς τῶν ὁμολογούντων Πτολεμαῖος ὁ προκείμενος Πτολεμαῖος Ἁρποκρατίωνος καὶ ἡ τούτου ἀδελφὴ Διδυμάριν μετὰ κυρίου Πτολεμαίου ὁμολογοῦμεν ἀπέχειν παρὰ τοῦ Παουήτιος τὰς τοῦ ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι, αἵ εἰσιν τὸ ἐπιβάλλον ἡμῖν ἥμισυ μέρος δραχμῶν διακοσίων τεσσαράκοντα, ὧν ὤφειλε τῷ τετελευτηκότι ἡμῶν πατρὶ Ἁρποκρατίωνι Σαμβᾶ καθʼ ὁμολογίαν χρήσεως, ἣν καὶ φάσκομεν παραπεπτωκέναι καὶ μὴ ἐπελεύσεσθαι περὶ μηδενὸς ἐγγράπτου μηδʼ ἀγράφου καθὼς πρόκιται. Πτολεμαῖος ἔγραψα καὶ περὶ τῆς Διδυμαρίου μὴ εἰδυίας γράμματα. Παουῆτις ἀπάτωρ μητρὸς Τανεφρέμεως γέγονε εἴς με ἡ ἀπόχη καθὼς πρόκειται. ἔγραψεν …μὴ εἰδότος γράμματα Ἰσχυρᾶς ἐπιτηρητὴς σεσημείωμαι.