Ancient Greek
P.Bacch. 14
Documentary Papyri, P.Bacch. 14
Not analysed yet
Μονίμῳ Γεμέλλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἀμμωνίου Ὀννώφριος ἱερέως Σοκνοβραίσεως θεοῦ μεγάλου μεγάλου κώμης Βακχιάδος. κατεχώρισά σοι γραφὴν ἱερέων καὶ χειρισμοῦ τοῦ προκειμένου ἱεροῦ τοῦ ἐνεστῶτος ιε ἔτους. κατεχωρίσθη Γεμέλλῳ βασιλικῷ γραμματεῖ ἔτους ιε Μεσορὴ ἐπαγομένων ε.