Ancient Greek
P.Bacch. 15
Documentary Papyri, P.Bacch. 15
Not analysed yet
Μονίμῳ Γεμέλλῳ βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ὀρσενούφεως Ὥρου καὶ Θεύδεως Ὀρσενούφεως ἱερέων ἱερῶν κώμης Βακχιάδος. κατεχωρίσαμέν σοι γραφὴν ἱερέων καὶ χειρισμοῦ τῆς προκειμένης κώμης τοῦ ἐνεστῶτος ιζ ἔτους καὶ …με…του τὸ ἴσον. κατεχωρίσθη βασιλικῷ γραμματεῖ ἔτους ιζ ἐπαγομένων ε. ἔτους ιζ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Μεσορὴ ἐπαγομένων ε.