Ancient Greek
P.Bad. 2 19 a
Documentary Papyri, P.Bad. 2 19A
Not analysed yet
Ἑρμίας Βελτίστου …ς σι…τηρεῶνος …ἐν Ὠ…κώμηι Ἑρμοπολίτου χαίρειν. ὁμολογῶ πεπρακέναι σοι τὴν ὑπάρχουσαν μοι βοῦν πυρόχρωμον σκαμβὴν τὰ κέρατα καὶ ἀπέσχον παρά σου τὴν συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς ἑκατὸν εἴκοσι γίνονται ἀργυρίου δραχμαὶ ρκ, ἣν καὶ βεβαιώσω πάσῃ βεβαιώσει. ἐὰν δέ σοι ἀπαρέσῃ, δώσω τὸ ἀργύριον τρεὶς 𐅵καὶ ἀπορρίπτεις αὐτήν. ἔτους τρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Παχὼν ιη. διπτ. Ἀμμώνιος Ἑρμία τὸ σῶμα καὶ ἔγραψα ὑπὲρ αὐτου μὴ εἰδότος γράμματα.