Ancient Greek
P.Bad. 2 19 b
Documentary Papyri, P.Bad. 2 19B
Not analysed yet
Δίδυμος Ἀπολλωνίου Ἀλλίωνι Ἀπολλωνίου συνκοινωνῷ χαίρειν. ἐξεδαπάνησας εἰς τὴν κοινὴν ἡμῶν γεωργίαν ὑπὲρ μέρους τοῦ ἐπιβάλλοντος ἐμοὶ ἐκ τοῦ οὐσιακοῦ γεωργίου ἐν Τωπάῃ Κάτω λεγομένῃ λιβυκῆς Ἀ…ουπολίτου καὶ ἄλλων μέχρι Χοίακ ἐνάτης καὶ αὐτῆς τῆς θ τούτου μηνὸς τοῦ ἐνεστῶτος τρισκαιδεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἀργυρίου δραχμὰς τριακοσίας ἑξήκοντα δύο τριώβολον γίνονται δραχμαὶ τξβ τριώβολον. ὁμολογῶ ταύτας διαγράφειν ὑπὲρ σοῦ ἐπὶ τὴν δημοσίαν τράπεζαν ἕως πεντεκαιδεκάτης τοῦ Τῦβι ἀνυπερθέτως καὶ ἐποίσω σοι σύμβολον ὑπὲρ φόρου λιναίου. ἐποι ἔτους τρισκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ, Χοίακ κδ. χωρὶς ἄλλου χειρογράφου.