Ancient Greek
P.Bad. 2 22
Documentary Papyri, P.Bad. 2 22
Not analysed yet
…ἐκτελέσαι καὶ ἐκτεῖσαί με ἕκαστα ὡς πρόκειται τῶν μισθῶν κεφαλαίων σὺν ἡμιολίᾳ καὶ τὰ βλάβη καὶ δαπανήματα καὶ ἄλλας ἐπίτιμον ἀργυρίου δραχμὰς ἑκατὸν τῆς πράξεως οὔσης τῷ Μαρτιάλι ἔκ τε τοῦ Ἀπύγχιος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῷ πάντων καθάπερ ἐκ δίκης. ἕκαστα δὲ αὐτοῦ ποιοῦντος ἀνεγκλήτως καὶ τὸν Μαρτιάλιν τοῦ χρόνου πληρωθέντος καὶ τοῦ Ἀπύγχιος ἐργασαμένου ἀμέμπτως λύσιν ποιήσασθαι τῆσδε τῆς συνχωρήσεως μηδὲν λαβόντα ἢ καὶ αὐτὸν ἐκτίνειν τὸ ἴσον ἐπίτιμον. ἀξιοῦμεν. ἔτους δεκάτου Αὐτοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, μηνὸς Καισαρείου δ. Ἡλιόδωρος κατακεχώρισται. Μαρτιάλιος ἀσφάλεια κατὰ Ἀπύγχιος υἱοῦ.