Ancient Greek
P.Bad. 2 23
Documentary Papyri, P.Bad. 2 23
Not analysed yet
Διοσκόρῳ στρατηγῷ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος καὶ Ὡρίωνι κωμογραμματεῖ κώμης Φιλαδελφείας παρὰ Ἁτρήου Διδύμου δημοσίου γεωργοῦ κώμης Φιλαδελφείας· ἀπογράφομαι κατὰ τὰ κελευσθέντα ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος Τινηίου Δημυτρίου περὶ τὴν προκειμένην κώμην διοικήσεως καὶ οὐσιακοῦ ἀρούρας κβ 𐅵η 𐅸ἠβροχηκυίας τῷ ἐνεστῶτι λ ἔτει Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου. Ἁτρῆς ἐπιδέδωκα. Ὡρίων κωμογραμματεὺς ἔσχον τούτου τὸ ἴσον εἰς ἐξέτασιν. ἔτους λ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου …Ἁτρῆς Διδύμου