Ancient Greek
P.Bad. 2 41
Documentary Papyri, P.Bad. 2 41
Not analysed yet
Σουλπίκιος Σίμιλις Ἡρακλείδει στρατηγῷ Ἑρμοπολίτου χαίρειν. ἀναφόριον Ξένωνος νεωτέρου Ξένωνος σεσημειωμένον ἔπεμψά σοι. λέγει Ἑρμόφιλον ἀδελφὸν ἑαυτοῦ τετελευτηκέναι, ἐπικρατεῖν αὐτοῦ …αι… αὐτῶι …τος τὰ ὑπʼ ἐκείνου ὑπολειφθέντα ἐν ἀσφαλεῖ ἐπο…περβ…κ…ων γενέσθαι· εἰ δέ τις ἐστιν ὁ ἀντιλέγων, δυνήσεται ἐλθὼν ἐπʼ ἐμὲ διδάσκειν. ἐρρωσθαί σε θέλω σεαυτῷ. ἔτους ια Τραιανοῦ τοῦ κυρίου, Ἐπεὶφ η.