Ancient Greek
P.Bad. 2 42
Documentary Papyri, P.Bad. 2 42
Not analysed yet
Μαρεῖνος Κασίῳ τῷ πατρὶ πλεῖστα χαίρειν· γίγνωσκε τὸ προσωπικὸν τῶν ἐλαιῶν εἶναι δραχμῶν μ. καὶ Ἀπολλώνιος συνήρατό μοι λόγον δαπάνης δραχμῶν ρπ καὶ ἐνοίκιον μέλλει ἀπὸ νῦν παρακόλουθον· ὁ γὰρ Νιλάμμων ὁ γαροπώλης παρέθετο αὐτά, ὡς πρὸς ὀλίγας ἡμέρας ἦλθε. γράφω σοι, ἵνʼ εἰδῇς. ἡ γὰρ ἐλαία ἡ Ἀφρικανὴ πολλὴ εἰσῆλθεν· ἔμαθον δὲ τὸ δηνάριον καὶ τὸ ψέλιον κείμενα ἐνέχυρον παρὰ Οὐαλέριον πρὸς τὴν δαπάνην, ἣν ἐποιήσατο Ἀπολλώνιος, ὥς φησιν. εἰ οὖν θέλεις, πραχθῇ· δήλωσον ἡμῖν· ἐρρῶσθαί σε εὔχομαι, ἀσπάσω Μαρεῖνον καὶ Εἰσουν τὴν μητέρα αὐτῶν, ἀσπάζεται ὑμᾶς Ἀπολλώνιος …δη… …λλο…αι…σο…οι …ο…χμ… …ε …σω… Μ…ρ…η …α…πα…τον δέ σοι …ε Ἀπολλώνιος γράφει. Κασίῳ πάτρωνι ὑπὸ Μαρείνου υἱοῦ.