Ancient Greek
P.Bad. 2 43
Documentary Papyri, P.Bad. 2 43
Not analysed yet
Ἀφύνχις Ἀρείωνι τῷ ἀδελφῷ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ τῶν τέκνων σου· γιγνώσκειν σε θέλω, ἄδελφε, ὅτι ἐνεβαλόμεθα εἰς τὸ πλοῖον Ἱέρακος τοῦ πολιτικοῦ τοῦ φίλου σου. ὅπου ἔμενες; ἐνθάδε ἐν τῇ οἰκίᾳ αὐτοῦ ἐλαίου βάδια τέσσαρα γίνεται δ, ἐπιγεγραμμένα δέ ἐστιν ὀνόματι Πλουτάρχου. περὶ μὲν οὖν τοῦ ναύλου μηδὲν αὐτῷ δός. ὀφείλει γὰρ Ἱέραξ τῷ Πλουτάρχῳ ἀργυρίου δραχμὰς δισχιλίας ἑξακοσίας γίνονται δραχμαὶ Βχ, ἀλλὰ μὲν οὖν τῷ Ἱέρακι πόσον ἐστὶν τὸ ναῦλον καὶ ἔλεγεν, ὅτι φανερόν ἐστιν. καλῶς οὖν ποιήσεις, ἄδελφε, λαβεῖν παρʼ αὐτοῦ τὰ τέσσαρα βάδια καὶ, ἐὰν μὲν βουληθῇς, ἐᾶσαι αὐτὰ παρά σοι, ἕως ἔλθω πρός σε, ἵνα μὴ πάλιν ἀπενεχθῇ. ……Ἀρείων τὸν Ἀφύνχιν. καλῶς δὲ ποιήσεις παραναγνῶναι Ἡρακλείᾳ τὸ ἐπιστολίδιον τοῦτο· τὸ δὲ πλεῖστον μέρος ἔασον παρά σοι τὰ βάδια, ἕως παραγένωμαι. ἔρρωσο. ἀπόδος Ἀρείονι ἱερεῖ παρὰ τοῦ Ἀφύνχιος χαλκέως.