Ancient Greek
P.Bad. 6 169
Documentary Papyri, P.Bad. 6 169
Not analysed yet
…Ἀρσινοίτου Πολέμωνος μερίδος παρὰ Ἁρποχρατίονος τοῦ Μαρεψήμεως τοῦ Μαρσισούχου, μητρὸς Θενπακήβκιος τῆς …σεως ἀπὸ κώμης Τεβτύνεως ἱερέως ἀπολυσίμου ἀπὸ ἀνδρῶν πεντήκοντα λογίμου ἱεροῦ τοῦ ἐν τῇ κώμῃ θεοῦ Σοκνεβτύνεως τοῦ καὶ Κρόνου καὶ Ἴσιδος καὶ Σαραπιάδος καὶ Ἁρποχράτου καὶ τῶν συννάων θεῶν μεγίστων. ὑπάρχει μοι ἐν τῇ κώμῃ οἰκία καὶ αἴθριον καὶ αὐλὴ ἐν ᾗ ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος ιϛ ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφήν. εἰμὶ δὲ Ἁρποκρατίων …ἱερεὺς ἀπολύσιμος ἐτῶν ξϛ ἄσημος καὶ τὴν γυναῖκα ……μετζηας…