Ancient Greek
P.Bad. 6 172
Documentary Papyri, P.Bad. 6 172
Not analysed yet
τοῖς μετὰ τὴν ὑπατείαν Φλαουίου Βασιλείου τοῦ λαμπροτάτου Φαρμοῦθι ιζ ἰνδικτίωνος ι. Φλαουίῳ Φιλοξένῳ τῷ λαμπροτάτῳ υἱῷ τοῦ τῆς εὐλαβοῦς μνήμης Ἰσίωνος γεουχοῦντι ἐν τῇ λαμπρᾷ Ὀξυρυγχιτῶν πόλει καὶ ἐπὶ κώμης Σπανίας Ἰωάννης ὁ θαυμασιώτατος υἱὸς τοῦ τῆς μακαρίας μνήμης Σαραπάμμωνος ἀπὸ τῆς αὐτῆς κώμης χαίρειν. ὁμολογῶ μεμισθῶσθαι καὶ παρειληφέναι παρὰ τῆς ὑμῶν λαμπρότητος ἀπὸ τοῦ ὄντος μηνὸς Φαρμοῦθι τοῦ ἐνεστῶτος ἔτους σκγ ρϙβ τῆς παρούσης δεκάτης ἰνδικτίωνος ἀπὸ τῶν ὑπαρχόντων τῇ ὑμῶν λαμπρότητι διακειμένων ἐν τῇ αὐτῇ κώμῃ ἐπʼ ἀμφόδου τῆς μεγάλης οἰκίας τῇ ὑμῶν λαμπρότητι ὁλόκληρον χορτοθήκην νεύουσαν ἐπὶ νότον σὺν χρηστηρίοις καὶ δικαίοις πᾶσι καὶ παρασχεῖν τῇ ὑμῶν λαμπρότητι λόγῳ ἐνοικίου ἐνιαυσίως …