Ancient Greek
P.Berl.Frisk 1 col. 10
Documentary Papyri, P.Berl.Frisk 1col10
Not analysed yet
Σαβείνῳ καὶ τοῖς μετόχοις δημοσίοις τραπεζίταις Σάτυρος Ἥρωνος δημόσιος κτηνοτρόφος κώμης Ναρμούθεως διὰ Πρείμου …αθ ἀπέχω παρʼ ὑμῶν τὰς ἐπισταλείσας …μερίδος ς… ἀπεργασίας γενομένης ἐπὶ Δημητρίῳ τῷ καὶ Ἁρποκρατίωνι στρατηγῷ Θεμίστου καὶ Πολέμωνος μερίδων γενήματος ιζ ἔτους ἀρτάβας γ δ κδ, ὡς τῆς ἀρτάβης ἑκάστης η, τὰς συναγομένας ἀργυρίου δραχμὰς εἴκοσι ἓξ διώβολον, γίνονται δραχμαὶ κϛ διώβολον, μηδενὸς ὑπολογηθέντος ὑπὲρ ἑκατοστῆς ἢ ἄλλου τινός. Σάτυρος Ἡρακλ… τοῦ Ἥρωνος ἀπέχω τὰς προκιμένας δραχμὰς εἴκοσι ἓξ διώβολον, καθὼς πρόκιται. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου, Μεχεὶρ ιγ.