Ancient Greek
P.Berl.Frisk 1 col. 38
Documentary Papyri, P.Berl.Frisk 1col38
Not analysed yet
Δείῳ καὶ Σαβείνῳ γεγυμνασιαρχηκόσι καὶ μετόχοις δημοσίοις τραπεζίταις. οἱ ὑπογεγραμμένοι κτηνοτρόφοι κώμης Κερκεσούχων τῆς Ἡρακλείδου μερίδος ἀπέχομεν παρὰ ὑμῶν τὰς ἐπισταλείσας ἡμῖν ὑπὸ Πτολεμαίου βασιλικοῦ γραμματέως Πολέμωνος μερίδος διαδεχομένου καὶ τὰ κατὰ τὴν στρατηγίαν Θεμίστου καὶ Πολέμωνος μερίδων ὑπὲρ φορέτρων πυροῦ ἀπεργασίας γενομένης ἐπὶ σοὶ ἀπὸ θησαυρῶν Πολέμωνος γενήματος ιζ ἔτους πυροῦ ἀρτάβας ζ ϛ κδ, τιμῆς ὡς τῆς ἀρτάβης ἐκ δραχμῶν η, τὰς συναγομένας ἀργυρίου δραχμὰς πεντήκοντα ἑπτὰ τετρώβολον, γίνονται δραχμαὶ νζ τετρώβολον. ἐσμὲν δέ· Διωγένης Ἑρμᾶ διὰ Ἁρποκρατίωνος εἰδὼς γράμματα πυροῦ ἀρτάβας β 𐅵γ. Πασίων Μύσθου διὰ τοῦ υἱοῦ Εὐδαίμονος εἰδὼς γράμματα πυροῦ ἀρτάβας δ γ κδ. ἐγράφη διὰ Μαρίωνος νομογράφου, φαμένων μὴ εἰδέναι γράμματα. ἔτους ιη Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Μεχεὶρ ιη. Διογένης Ἑρμᾶ διὰ Ἁρποκρατίωνος ἀπέχω τὰς προκειμένας δραχμὰς ὡς πρόκειται. Πασίων Μύσθου διὰ τοῦ υἱοῦ Εὐδαίμωνος συναπέχω καθὼς πρόκειται.