Ancient Greek
P.Berl.Frisk 4 Vo
Documentary Papyri, P.Berl.Frisk 4
Not analysed yet
…θενδετ… ἵνα μὴ θάτερον εἴπῳ, ἅπανθʼ ὁμοῦ τιμῆι περιβαλόντα τὴν πι… το… ἀνα τεσσαρ… ἔτυχεν ἀλλʼ ἀπορήσας τῶν συνεργούντων αὐτῷ ἀγοραίων τε καὶ τῶν …οτας κωλύσαντα …τὴν προτέραν διοίκησιν ἀποδεχομένους καὶ αἰσθομένους τὴν στάσιν ἐκ τίνος ἐγήγερται, τοὺς ἑαυτοῦ συνγενεῖς συνάξας ἐπῆλθεν. τούτων δὲ συναχθέντων οἵτινες μὲν ἀνθρωπίνῳ λογισμῷ κεκόσμηνται οἶδʼ ὅτι οὖν ἀηδὲς ἐποίησαν, Ἡρακλέων δέ τις Ἀμαζονίου παρόμοιος ὢν τούτῳ, ἴσως τὰ αὐτὰ φανταζόμενος, ἀταξίᾳ χαίρων, ἔτυψεν ἄφνω με, ὃν καὶ ἀνασταλῆναι καὶ δίκην δοῦναι ἀξιῶν μαρτύρομαι πρὸς τὸ δύνασθαί με μετʼ ἐλευθερίας καὶ ἀδείας τὴν δωρηθεῖσαν ἡμῖν ἐκ θείου νεύματος ἀμέμπτως ἐκτελέσαι, ἧς καὶ τὸν χρόνον ἀναγκαῖον καὶ οὐκ ἀκίνδυνον μὴ πληρῶσαί με, φθόνου τοῦ βεβαρημένου μὴ ἰσχύοντος πρὸς τοσοῦτον νεῦμα θεῖον. ἄπειρος γὰρ …εἰ καὶ τοσοῦτον χρημάτων πλοῦτον περιβέβληται …ἐπικουρίας πα καὶ ἐπιτιμήσεως καὶ τοῖς ἡμετέροις πολίταις τὰ αὐτὰ πάλιν ἐνδείξασθαι. τῆς γὰρ ἐμῆς ἐπιεικίας μάρτυρες καὶ τῆς ἡμετέρας πόλεως δημόται, μάρτυρες δὲ καὶ πολιτευόμενοι τῆς ἐφόδου. τηρήσω δὲ ἐμαυτῷ καιρῷ τῆς δίκης ἕτερα ἐγκλήματα τούτῳ προσάψαι, ἐφʼ οἷς οὐκ ἂν αὐτῷ πρὸς τιμωρίαν ἀρκέσει κεφαλὴ μία. καὶ σιωπήσω μὴ χρυσῷ πάλιν τοὺς τῶν τοιούτων ἐγκλημάτων ἐλέγχους διαφθείρας ἑαυτὸν ἐλευθερώσῃ. ταῦτα δὲ ἅπαντʼ ἀσφαλισάμενος πρῶτον καὶ δεύτερον εὔχομαι πέρας εὑρεῖν ἐν τῷ ἀχράντῳ εὐφημιζομένῳ δικαστηρίῳ οὐκ ὀκνη…ιδε…ον δικαστήριον ἀποδεδωκεν… γένοιτο τοῦτο …λαλονοιανομοις ἐπικουρους …ἐξελθεῖν …κατὰ τῶν ἀτόλμητα τολμώντων ὑπὲρ πόλεως καὶ χώρας ἀγωνιζομ… ἐξορκίζω δὲ τὴν θείαν καὶ οὐρανίαν τύχην τῶν τ…τον… σκρείβα κα…ρισια τὸ ταῦτα …μένους ευ…ητου ε…κυριο …ἀσφάλειαν …συν…σεν λειπεῖν τῶν δικαι…