Ancient Greek
P.Berl.Frisk 3
Documentary Papyri, P.Berl.Frisk 3
Not analysed yet
Αὐρηλίῳ Βαιβίῳ Ἰουγκείνῳ ἐπάρχῳ Αἰγύπτου παρὰ Στοτοήτεως υἱοῦ Σατύρου Στοτοήτεως γεωργοῦ τῆς Ἀρσινοιτῶν πόλεως. πάντα διατελῶν, ἡγεμὼν δέσποτα, κοινῇ καὶ ἑκάστῳ τὰ ἴδια πρυτανεύεις ὡς ἐκ τῆς θαυμασιωτάτης σου συνέσεως τὴν ὅλην ἐπαρχίαν ἀγαθῶν πεπληρῶσθαι, μάλιστα συντηροῦντός σου τοὺς γεωργοῦντας τὴν δημοσίαν γῆν τοῦ κυρίου ἡμῶν αἰωνίου ἀηττήτου Αὐτοκράτορος Μάρκου Αὐρηλίου Σευήρου Ἀντωνίνου καὶ πάσης κακίας ὑπό σου ἐκκοπείσης. καὶ γὰρ ἡ σὴ εὐμένεια προτρέπεται τοὺς ἀδικηθέντας ἀφόβως σοι προσιέναι. καὶ γὰρ οἱ πάνυ πεπονθότες ὑπὸ βίας τινῶν τοῖς ἔμπροσθεν χρόνοις καὶ οἱ ἀπὸ τοῦ …τῆς ἀπλάτου νομοθεσίας ἀγαθῆς ταύτης μετειληφότες οὔτε βιασθήσονται ὑπὸ τῶν νῦν ἀρχόντων, οὔτε ἐκείνοις ἔσται ἡ γνώμη θρασυτέρα μὴ επειμην… βίαν παθὼν οὐ τὴν τυχοῦσαν, ἡγεμὼν κύριε, κα…ως θείου κατὰ πατρὸς ……επ…