Ancient Greek
P.Berl.Leihg. 1 16 b
Documentary Papyri, P.Berl.Leihg. 1 16b
Not analysed yet
Ἁρποκρατίωνι στρατηγῷ Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Πανεφρέμμεως τοῦ Ἥρωνος τοῦ Ἥρωνος μητρὸς Ταφεῦτος τῶν ἀπὸ τῆς κώμης Θεαδελφείας. ἀπογράφομαι ἐμαυτὸν εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφήν. καί εἰμι Πανεφρέμμις ὁ προγεγραμμένος ἐτῶν νθ, καταγίνομαι δὲ ἐν συνοικίᾳ οὐσιακῇ ἐν κώμῃ Ἀπιάδι τῆς αὐτῆς μερίδος. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Μεσορὴ α.