Ancient Greek
P.Berl.Leihg. 1 16 c
Documentary Papyri, P.Berl.Leihg. 1 16c
Not analysed yet
Ἁρποκρατίωνι στρατηγῷ Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Ὡρίωνος ἀπάτορος μητρὸς Ταφεῦτος τῶν ἀπὸ τῆς προκειμένης κώμης Θεαδελφείας. ἀπογράφομαι εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνείνου κατʼ οἰκίαν ἀπογραφήν. καί εἰμι Ὧρος ὁ προγεγραμμένος ἐτῶν …,καταγίνομαι δὲ ἐν συνοικίᾳ οὐσιακῇ ἐν κώμῃ Πηλουσίου. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Μεσορὴ ζ.