Ancient Greek
P.Berl.Leihg. 1 16 d
Documentary Papyri, P.Berl.Leihg. 1 16d
Not analysed yet
Ἁρποκρατίωνι στρατηγῷ Ἀρσινοΐτου Θεμίστου καὶ Πολέμωνος μερίδων παρὰ Ἀπύγχεως πρεσβυτέρου Ὀρσέως τοῦ Ἀπύγχεως μητρὸς …εναπύγχεως ἀπὸ κώμης Θεαδελφείας. ἀπογράφομαι ἐμαυτὸν εἰς τὴν τοῦ διεληλυθότος κγ ἔτους θεοῦ Αἰλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφήν. καί εἰμι Ἀπύγχις ὁ προγεγραμμένος ἐτῶν κζ, καταγείνομαι δὲ ἐν ἐποικίου Θέωνος λεγομένου περὶ κώμην Πτολεμαίδα Δυρμοῦ. διὸ ἐπιδίδωμι τὴν ἀπογραφήν. ἔτους α Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Μεσορὴ ζ.